Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 54.1 | Dem. 54.2 (English) | >>Dem. 54.5 |
54.1ὑβρισθείς , ὦ ἄνδρες δικασταί , καὶ παθὼν ὑπὸ Κόνωνος τουτουὶ τοιαῦτα , ὥστε πολὺν χρόνον πάνυ μήτε τοὺς οἰκείους μήτε τῶν ἰατρῶν μηδένα προσδοκᾶν περιφεύξεσθαί με , ὑγιάνας καὶ σωθεὶς ἀπροσδοκήτως ἔλαχον αὐτῷ τὴν δίκην τῆς αἰκείας ταυτηνί . πάντων δὲ τῶν φίλων καὶ τῶν οἰκείων , οἷς συνεβουλευόμην , ἔνοχον μὲν φασκόντων αὐτὸν ἐκ τῶν πεπραγμένων εἶναι καὶ τῇ τῶν λωποδυτῶν ἀπαγωγῇ καὶ ταῖς τῆς ὕβρεως γραφαῖς , συμβουλευόντων δέ μοι καὶ παραινούντων μὴ μείζω πράγματʼ ἢ δυνήσομαι φέρειν ἐπάγεσθαι , μηδʼ ὑπὲρ τὴν ἡλικίαν <περὶ > ὧν ἐπεπόνθειν ἐγκαλοῦντα φαίνεσθαι , οὕτως ἐποίησα καὶ διʼ ἐκείνους ἰδίαν ἔλαχον δίκην , ἥδιστʼ ἄν , ὦ ἄνδρες Ἀθηναῖοι , θανάτου κρίνας τουτονί .
54.2καὶ τούτου συγγνώμην ἕξετε , εὖ οἶδʼ ὅτι , πάντες , ἐπειδὰν ἃ πέπονθʼ ἀκούσητε · δεινῆς γὰρ οὔσης τῆς τότε συμβάσης ὕβρεως οὐκ ἐλάττων ἡ μετὰ ταῦτʼ ἀσέλγειʼ ἐστὶ τουτουί . ἀξιῶ δὴ καὶ δέομαι πάντων ὁμοίως ὑμῶν πρῶτον μὲν εὐνοϊκῶς ἀκοῦσαί μου περὶ ὧν πέπονθα λέγοντος , εἶτα , ἐὰν ἠδικῆσθαι καὶ παρανενομῆσθαι δοκῶ , βοηθῆσαί μοι τὰ δίκαια . ἐξ ἀρχῆς δʼ ὡς ἕκαστα πέπρακται διηγήσομαι πρὸς ὑμᾶς , ὡς ἂν οἷός τʼ ὦ διὰ βραχυτάτων .
ἐξῆλθον ἔτος τουτὶ τρίτον εἰς Πάνακτον φρουρᾶς ἡμῖν προγραφείσης . ἐσκήνωσαν οὖν οἱ υἱεῖς οἱ Κόνωνος τουτουὶ ἐγγὺς ἡμῶν , ὡς οὐκ ἂν ἐβουλόμην · ἡ γὰρ ἐξ ἀρχῆς ἔχθρα καὶ τὰ προσκρούματʼ ἐκεῖθεν ἡμῖν συνέβη · ἐξ ὧν δέ , ἀκούσεσθε . ἔπινον ἑκάστοθʼ οὗτοι τὴν ἡμέραν , ἐπειδὴ τάχιστʼ ἀριστήσαιεν , ὅλην , καὶ τοῦθʼ , ἕως περ ἦμεν ἐν τῇ φρουρᾷ , διετέλουν ποιοῦντες . ἡμεῖς δʼ ὥσπερ ἐνθάδʼ εἰώθειμεν , οὕτω διήγομεν καὶ ἔξω .
54.3
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 54.1 | Dem. 54.2 (English) | >>Dem. 54.5 |